PolskiPolski tekst w: Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν,

και εἰς ἕνα κύριον ’Ιησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς ουσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φως ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα εγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ,

τον δι’ ἡμας τοὺς ανθρώπους καὶ δια την ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τριτῃ ἡμέρᾳ, [καὶ] ἀνελθόντα εἰς τοὺς ουρανούς, ερχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

καὶ εἰς το ἅγιον πνεῦμα.

Τοὺς δὲ λέγοντας· «ἡν ποτε ὅτε οὐκ ἦν», καὶ «πριν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι ἐξ οὐκ ὄντων εγένετο, ἢ ἐξ ἐτερας ὑποστάσεως ἢ ουσιας φάσκοντας εἶναι, ἢ κτιστὸν [-!], ἢ τρεπτον ἢ αλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία.